Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.267 Joseph. AJ 7.271 (English) >>Joseph. AJ 7.275

7.269εἰ μέντοι γε τὰς βάσεις εἶχον ἐρρωμένας, οὐκ ἂν ἀπελείφθην σου χρῆσθαι πρὸς τὴν φυγὴν ταύταις δυνάμενος. οὐ τοῦτο δὲ μόνον ἠδίκησέ μου τὴν πρὸς σέ, δέσποτα, εὐσέβειαν, ἀλλὰ καὶ προσδιέβαλε καὶ κατεψεύσατο κακουργῶν. ἀλλʼ οἶδα γάρ, ὅτι τούτων οὐδὲν σὴ διάνοια προσίεται δικαία τε οὖσα καὶ τὴν ἀλήθειαν ἐνισχύειν βουλομένη καὶ τὸ θεῖον ἀγαπῶσα· 7.270μείζονα γὰρ κινδυνεύσας παθεῖν ὑπὸ τοῦ πάππου τοὐμοῦ καὶ τῆς ὅλης ἡμῶν γενεᾶς ὀφειλούσης εἰς ἐκεῖνα ἀπολωλέναι, σύ τε μέτριος καὶ χρηστὸς ἐγένου τότε μάλιστα πάντων ἐκείνων λήθην ποιησάμενος, ὅτʼ ἐξουσίαν τῆς ὑπὲρ αὐτῶν τιμωρίας εἶχεν μνήμη. φίλον δὲ σὸν ἔκρινας ἐμὲ καὶ ἐπὶ τῆς τραπέζης εἶχες ὁσημέραι, καὶ οὐδὲν ἀπέλειπον τῶν συγγενῶν τοῦ 7.271μάλιστα τιμωμένου.” ταῦτʼ εἰπόντος οὔτε τὸν Μεμφίβοσθον ἔγνω κολάζειν οὔθʼ ὡς καταψευσαμένου τοῦ Σιβᾶ πρὸς αὐτὸν καταδικάζειν, ἀλλʼ ὑπὲρ μὲν τοῦ μὴ μετὰ Σιβᾶ ἐλθεῖν ἐκείνῳ πάντα χαρίσασθαι φήσας αὐτῷ συγγινώσκειν ὑπέσχετο τὰ ἡμίση τῆς οὐσίας αὐτῷ κελεύσας ἀποδοθῆναι. δὲ Μεμφίβοσθοςπάντʼ ἐχέτω μέν, εἶπε, Σιβάς, ἐμοὶ δʼ ἀπόχρη τὸ σὲ τὴν βασιλείαν ἀπολαβεῖν.” 7.272

Βεέρζελον δὲ τὸν Γαλαδίτην ἄνδρα μέγαν καὶ καλὸν καὶ πολλὰ παρεσχημένον ἐν ταῖς Παρεμβολαῖς αὐτῷ Δαυίδης προπέμψαντα μέχρι τοῦ Ἰορδάνου παρεκάλει συνελθεῖν ἕως τῶν Ἱεροσολύμων· γηρωκομήσειν γὰρ αὐτὸν ἐν πάσῃ τιμῇ καὶ ὡς πατρὸς ἐπιμεληθήσεσθαι καὶ προνοήσειν ἐπηγγέλλετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.267 Joseph. AJ 7.271 (English) >>Joseph. AJ 7.275

Powered by PhiloLogic